Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.78 Joseph. AJ 4.82 (English) >>Joseph. AJ 4.86

4.80ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον· συναγαγὼν δʼ αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον. 4.81τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντές τε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃ τε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν. 4.82

Μετὰ δὲ τὴν ἐπὶ τῷ πένθει τῆς ἀδελφῆς τοῦ στρατηγοῦ κάθαρσιν τοιαύτην γενομένην ἀπῆγε τὴν δύναμιν διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας ἐλθὼν εἰς χωρίον, μητρόπολιν αὑτῶν Ἄραβες νενομίκασι, πρότερον μὲν Ἄρκην λεγομένην Πέτραν δὲ νῦν ὀνομαζομένην. 4.83ἐνταῦθα ὑψηλοῦ περιέχοντος ὄρους αὐτὸ ἀναβὰς Ἀαρὼν ἐπʼ αὐτὸ Μωυσέος αὐτῷ δεδηλωκότος, ὅτι μέλλοι τελευτᾶν, παντὸς τοῦ στρατεύματος ὁρῶντος, κάταντες γὰρ ἦν τὸ χωρίον, ἀποδύεται τὴν ἀρχιερατικὴν στολὴν καὶ παραδοὺς αὐτὴν Ἐλεαζάρῳ τῷ παιδί, πρὸς ὃν διὰ τὴν ἡλικίαν ἀρχιερωσύνη παραγίνεται, θνήσκει τοῦ πλήθους εἰς αὐτὸν ἀφορῶντος, 4.84τῷ μὲν αὐτῷ τελευτήσας ἔτει, καὶ τὴν ἀδελφὴν ἀπέβαλε, βιοὺς δὲ ἔτη τὰ πάντα τρία πρὸς τοῖς εἴκοσι καὶ ἑκατόν. ἀποθνήσκει δὲ κατὰ σελήνην νουμηνίᾳ μηνὸς ὄντος τοῦ παρὰ μὲν Ἀθηναίοις Ἑκατομβαιῶνος καλουμένου Λώου δὲ παρὰ Μακεδόσι Σαβὰ δὲ παρὰ Ἑβραίοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.78 Joseph. AJ 4.82 (English) >>Joseph. AJ 4.86

Powered by PhiloLogic